Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.270 Joseph. AJ 12.275 (English) >>Joseph. AJ 12.281

12.273καὶ καταλαβόντες τὸ μὲν πρῶτον αὐτοὺς ἐπεχείρουν πείθειν μετανοήσαντας αἱρεῖσθαι τὰ συμφέροντα καὶ μὴ προσάγειν αὐτοῖς ἀνάγκην, ὥστʼ αὐτοῖς χρήσασθαι πολέμου νόμῳ· 12.274μὴ προσδεχομένων δὲ τοὺς λόγους, ἀλλὰ τἀναντία φρονούντων, συμβάλλουσιν αὐτοῖς εἰς μάχην σαββάτων ἡμέρᾳ, καὶ ὡς εἶχον οὕτως ἐν τοῖς σπηλαίοις αὐτοὺς κατέφλεξαν οὐδὲ ἀμυνομένους ἀλλʼ οὐδὲ τὰς εἰσόδους ἐμφράξαντας· τοῦ δὲ ἀμύνασθαι διὰ τὴν ἡμέραν ἀπέσχοντο μηδʼ ἐν κακοῖς παραβῆναι τὴν τοῦ σαββάτου τιμὴν θελήσαντες· ἀργεῖν γὰρ ἡμῖν ἐν αὐτῇ νόμιμόν ἐστιν. 12.275ἀπέθανον μὲν οὖν σὺν γυναιξὶ καὶ τέκνοις ἐμπνιγέντες τοῖς σπηλαίοις ὡσεὶ χίλιοι, πολλοὶ δὲ καὶ διασωθέντες τῷ Ματταθίᾳ προσέθεντο κἀκεῖνον ἄρχοντα ἀπέδειξαν. 12.276 δὲ καὶ σαββάτοις αὐτοὺς ἐδίδαξε μάχεσθαι λέγων, ὡς εἰ μὴ ποιήσουσι τοῦτο φυλαττόμενοι τὸ νόμιμον, αὐτοῖς ἔσονται πολέμιοι, τῶν μὲν ἐχθρῶν κατʼ ἐκείνην τὴν ἡμέραν αὐτοῖς προσβαλλόντων, αὐτῶν δʼ οὐκ ἀμυνομένων, κωλύσειν τε μηδὲν οὕτως ἀμαχητὶ πάντας ἀπολέσθαι. 12.277ταῦτʼ εἰπὼν ἔπεισεν αὐτούς, καὶ ἄχρι δεῦρο μένει παρʼ ἡμῖν τὸ καὶ σαββάτοις, εἴ ποτε δεήσειεν, μάχεσθαι. 12.278ποιήσας οὖν δύναμιν πολλὴν περὶ αὐτὸν Ματταθίας τούς τε βωμοὺς καθεῖλεν καὶ τοὺς ἐξαμαρτάνοντας ἀπέκτεινεν, ὅσους λαβεῖν ὑποχειρίους ἠδυνήθη· πολλοὶ γὰρ διʼ εὐλάβειαν διεσπάρησαν εἰς τὰ πέριξ ἔθνη· τῶν τε παίδων τοὺς οὐ περιτετμημένους ἐκέλευσε περιτέμνεσθαι τοὺς ἐπὶ τῷ κωλύειν καθεσταμένους ἐκβαλών.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.270 Joseph. AJ 12.275 (English) >>Joseph. AJ 12.281

Powered by PhiloLogic